Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.48 Dem. 27.52 (English) >>Dem. 27.54

27.50ἐρωτηθεὶς δʼ ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθʼ ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν τἀρχαῖʼ ἀναλίσκων διῴκηκεν, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτʼ ἀπεκρίνατʼ οὐδέν, προὐκαλεῖτο δʼ ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν. 27.51κελεύοντος δʼ ἐμοῦ πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτʼ οὐκ ἐπέδειξεν, οὐδʼ ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δʼ ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν. ἂν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτʼ αὐτόν, καὶ καθʼ ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε. 27.52ἐὰν δʼ εἶναί μοι φῇ τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρʼ ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δʼ οὐδὲν μᾶλλον ἀποφαίνων. ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτʼ ἔχοντʼ ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντʼ ἐπιδείξω. ὥστʼ οὐ τοῦτʼ αὐτῷ λεκτέον, ἀλλʼ ὡς αὐτὸς οἱ συνεπίτροποι παρέδοσαν. εἰ δὲ μὴ τοῦτʼ ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν; οὐδὲν γὰρ μᾶλλον ἔχοντά μʼ ἐπιδείκνυσι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.48 Dem. 27.52 (English) >>Dem. 27.54

Powered by PhiloLogic